Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.92 Joseph. AJ 3.97 (English) >>Joseph. AJ 3.102

3.95

Οὕτω δὲ τῶν πραγμάτων αὐτοῖς ἐχόντων Μωυσῆς πάλιν εἰς τὸ Σιναῖον ὄρος ἀνῄει προειπὼν τοῖς Ἑβραίοις, βλεπόντων δʼ αὐτῶν ἐποιεῖτο τὴν ἄνοδον. καὶ χρόνου τριβομένου, τεσσαράκοντα γὰρ ἡμέρας διήγαγεν ἀπʼ αὐτῶν, δέος εἶχε τοὺς Ἑβραίους, μή τι Μωυσῆς πάθοι, καὶ τῶν συντυχόντων δεινῶν οὐκ ἔστιν οὕτως ἐλύπησεν αὐτούς, ὡς τὸ νομίζειν Μωυσῆν ἀπολωλέναι. 3.96ἦν γὰρ τοῖς ἀνθρώποις ἔρις τῶν μὲν ἀπολωλέναι λεγόντων θηρίοις περιπεσόντα, καὶ μάλιστα ὅσοι πρὸς αὐτὸν ἀπεχθῶς ἦσαν διακείμενοι ταύτην τὴν ψῆφον ἔφερον, τῶν δὲ πρὸς τὸ θεῖον ἀνακεχωρηκέναι. 3.97τοὺς δὲ σώφρονας καὶ μηδέτερον τῶν λεγομένων εἰς ἡδονὴν λαμβάνοντας ἰδίαν, καὶ τὸ θηρίοις περιπεσόντα ἀποθανεῖν ἀνθρώπινον ἡγουμένους καὶ τὸ ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν μεταστῆναι διὰ τὴν προσοῦσαν ἀρετὴν εἰκὸς νομίζοντας, πρᾴως ἔχειν οὗτος λογισμὸς ἐποίει. 3.98προστάτου δὲ ἠρημῶσθαι καὶ κηδεμόνος ὑπολαμβάνοντες, οἵου τυχεῖν οὐκ ἂν ἄλλου δύναιντο, σφόδρα λυπούμενοι διετέλουν καὶ οὔτε ὑπονοεῖν αὐτοὺς εἴα τὸ προσδοκᾶν τι χρηστὸν περὶ τἀνδρὸς οὔτε μὴ λυπεῖσθαι καὶ κατηφεῖν ἠδύναντο. τὸ δὲ στρατόπεδον οὐκ ἐθάρρουν μετάγειν Μωυσέος αὐτοὺς ἐκεῖ παραμένειν προειρηκότος. 3.99

Ἤδη δὲ τεσσαράκοντα ἡμερῶν διεληλυθυιῶν καὶ τοσούτων νυκτῶν παρῆν οὐδενὸς σιτίου τῶν τοῖς ἀνθρώποις νενομισμένων γεγευμένος. χαρᾶς δʼ ἐνέπλησε τὴν στρατιὰν ἐπιφανείς, καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἣν εἶχε περὶ αὐτῶν ἀπεδήλου τόν τε τρόπον καθʼ ὃν εὐδαιμονήσουσι πολιτευόμενοι λέγων αὐτῷ κατὰ ταύτας ὑποθέσθαι τὰς ἡμέρας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.92 Joseph. AJ 3.97 (English) >>Joseph. AJ 3.102

Powered by PhiloLogic